Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ΟΙ ΑΔΕΛΦΟΙ ΟΦΕΙΛΟΥΣΙΝ ΕΝ ΑΓΑΠΗ ΠΟΛΛΗ ΣΥΝΕΙΝΑΙ ΑΛΛΗΛΟΙΣ

$
0
0
ΑΓΙΟΣ ΜΑΚΑΡΙΟΣ Ο ΑΙΓΥΠΤΙΟΣ

Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλοις, εἴτε εὔχονται εἴτε ἀναγινώσκουσι τὰς γραφὰς εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους. Καὶ οὕτως δύναται εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι καὶ οἱ ἀναγινώσκοντες καὶ οἱ ἐργαζόμενοι πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι διάγοντες μετ᾿ ἀλλήλων ὠφεληθῆναι. Τί γὰρ γέγραπται; «γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», ἵνα ὃν τρόπον οἱ ἐν οὐρανοῖς ἄγγελοι σύνεισιν ἀλλήλοις ἐν ὁμονοίᾳ πολλῇ, ἐν ἀγάπῃ καὶ εἰρήνῃ διάγοντες, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος, ἀλλ᾿ ἐν ἀγάπῃ καὶ εἰλικρινείᾳ μετ᾿ ἀλλήλων εἰσίν, οὕτως καὶ οἱ ἀδελφοὶ ὦσι μετ᾿ ἀλλήλων.
Συμβαίνει τινὰς εἶναι τριάκοντα ὑπὸ τὸ ἕν. Ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες μὲν αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥρας ἓξ καὶ βούλονται ἀναγνῶναι, ἄλλοι δὲ προθύμως διακονοῦσιν, ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον.

Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>