Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ΛΟΓΟΣ Λς ʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον.

$
0
0


ΛΟΓΟΣ Λς ʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον.
Τοὺς τῶν ἁγίων βίους καὶ τὴν πολιτείαν διὰ τοῦτο ἀναγράπτους ἡμῖν καταλέλοιπεν  ἡ  τοῦ  Πνεύματος  χάρις,  ἵνα  μαθόντες,  ὡς  τῆς  αὐτῆς  ὄντες  ἡμῖν φύσεως ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, διαναστῶμεν περὶ τὴν ταύτης ἐργασίαν, καὶ  σφοδρὸν  τὸν  ἔρωτα  τῆς  πρὸς  αὐτοὺς  ἀγάπης  ἀνάψωμεν.  Πῶς  οὖν  τοῦτο γενήσεται; Ἂν συνεχῶς ἐχώμεθα τῶν ἀνδρῶν ἐκείνων, καὶ ἐν διανοίᾳ αὐτοὺς περιφέροντες, τῆς αὐτῆς ἐκείνοις ἐχώμεθα πολιτείας. Ἐν τούτῳ γὰρ πλέον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις ὁ Θεὸς δοξασθήσεται. Εἰ γὰρ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐ φωνὴν  ἀφιέντες,  ἀλλ' ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζοντες, πολλῷ μᾶλλον οἱ παρεχόμενοι βίον θαυμαστὸν, κἂν σιγῶσι, τὸν Θεὸν δοξάζουσιν, ἑτέρων δι' αὐτοὺς  τὸν  Θεὸν δοξαζόντων.  Οὐρανὸς μὲν  γὰρ ἐπὶ  τοσοῦτον  ὁρώμενος,  οὐ σφόδρα ἔπεισε θαυμάσαι τὸν τούτου δημιουργόν· οἱ μακάριοι δὲ ἀπόστολοι, ὀλίγον κηρύξαντες χρόνον, τὴν οἰκουμένην ἐφειλκύσαντο πᾶσαν. Καὶ οὗτος μὲν ἕστηκε τὸν οἰκεῖον  φυλάσσων  ὅρον τε καὶ κανόνα.  Τῆς δὲ ἐκείνων  ψυχῆς  τὸ ὕψος
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>