ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΖʹ. Περὶ παίδων ἀνατροφῆς.
∆έομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας 63.765 ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν ὑπὲρ αὐτῶν πρόνοιαν ἐποιεῖτο· μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ καὶ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο. Καὶ ὁ ∆αυῒδ ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα, καὶ συνεχῶς ἔλεγεν, ὅτι
Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδέν σοι προσπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσεις τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας, οὐδὲν ὄφελός σοι τῆς βασιλείας,
Διαβάστε περισσότερα »