ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.
Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, εὐεργεσίαν οἰκείαν νομίζων τὴν ἑτέρων κακοπραγίαν· οὗ τί γένοιτ' ἂν μανικώτερον; Τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς, ἄβατον ἑαυτῷ κατασκευάζων τὸν οὐρανὸν, καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ τὸν παρόντα βίον ἀβίωτον. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυμαίνεται. Οὐκ ἄν τις ἁμάρτοι, καὶ θηρίων καὶ δαιμόνων χείρους τοὺς βασκαίνοντας προσειπών. Τὰ μὲν γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, τότε καθ' ἡμῶν καθοπλίζεται· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Καὶ οἱ μὲν δαίμονες πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· οὗτοι δὲ οὐδὲ τὴν κοινωνίαν αἰδοῦνται τῆς φύσεως, οὐδὲ τῆς οἰκείας φείδονται σωτηρίας, ἀλλὰ πρὸ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων. Ὁ μὲν γὰρ μοιχὸς καὶ ἡδονὴν καρποῦταί τινα, καὶ ἐν βραχεῖ χρόνῳ τὴν ἁμαρτίαν ἀπαρτίζει τὴν ἑαυτοῦ· ὁ δὲ βάσκανος πρὸ τοῦ φθονουμένου ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύσεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν ἐστι διηνεκής. Καθάπερ γὰρ χοῖρος βορβόρῳ, καὶ δαίμων βλάβῃ χαίρει τῇ ἡμετέρᾳ, οὕτω καὶ οὗτος τοῖς τοῦ πλησίον χαίρει κακοῖς· κἂν γένηταί τι ἀηδὲς, τότε ἀναπαύεται καὶ ἀναπνεῖ, τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά. Καὶ καθάπερ οἱ κάνθαροι τρέφονται κόπρῳ, οὕτω καὶ οὗτοι ταῖς ἑτέραις