ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.
Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην; Τὰ ἔργα ἐπ' ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. Μὴ γάρ μοι λέγε, Οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι· εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Μεμαρτύρητο καὶ Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς, ἀλλὰ Χριστὸν ἠγνόει· καὶ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει, ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημοσύνην ἐνώπιον τοῦ Θεοῦ. Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Ἀλλὰ πέμψον, φησὶ, εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι τὰ ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. Εἰ οὖν ἐξ ὧν λέγει Πέτρος,
Διαβάστε περισσότερα »