ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης.
Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν συνδῆσαι πάντας ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι. Καὶ γὰρ ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ, ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ, κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ τῷ Θεῷ παῤῥησίαν. Ἐὰν γὰρ ψωμίσω τὰ ὑπάρχοντά μου, φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Εἰ δὲ βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶ τὸ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι, κἂν ἄπιστοί τινες εἶεν, καὶ τὸ πρᾶον εἶναι 63.568 καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον, ἄκουσον τί φησιν αὐτὸς οὗτος ὁ μακάριος Παῦλος, πρὸς δικαστὴν εἰσιὼν ἄπιστον, κριθησόμενος· Μακάριον ἡγοῦμαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. ∆ιὸ καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων, λέγων·
Διαβάστε περισσότερα »