Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ʹΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ - ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ

$
0
0
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. -  ΤΟΜΟΣ  62

ʹΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ

1.ΥΠΟΘΕΣΙΣ.Ἡ Ἔφεσος ἔστι μὲν τῆς Ἀσίας μητρόπολις· ἐτελεῖτο δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον ὡς μείζονα δῆθεν θεόν· καὶ τοσαύτῃ δεισιδαιμονίᾳ οἱ ταύτην τιμῶντες ἐκέχρηντο, ὡς μηδὲ τοὔνομα τοῦ τὸν ναὸν αὐτῆς ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ

 Καὶ ὁ μακάριος δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς τὰ πολλὰ ἐνδιέτριψεν ἐκεῖ· καὶ γὰρ καὶ ἐξωρίσθη ἐκεῖ, καὶ ἐτελεύτησε. Καὶ τὸν Τιμόθεον δὲ ἐκεῖ κατέλιπεν ὁ Παῦλος, καθὼς γράφων πρὸς αὐτὸν, φησί· Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ. Καὶ τῶν φιλοσόφων οἱ πολλοὶ, καὶ μάλιστα οἱ ἀνθήσαντες περὶ τὴν Ἀσίαν, ἦσαν ἐκεῖ. Λέγεται δὲ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· καὶ γὰρ ἡ Σάμος, ὅθεν ἦν, Ἰωνική ἐστι νῆσος. Τοὺς δὲ περὶ Παρμενίδην καὶ Ζήνωνα καὶ ∆ημόκριτον, καὶ πολλοὺς ἔτι καὶ νῦν εὕροι τις ἂν φιλοσόφους ἐκεῖ. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸςἐκείνους γράφοντι. Λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι,ἅτε ἤδη κατηχημένοις. Ἔστι δὲ νοημάτων μεστὴ ἡ Ἐπιστολὴ ὑψηλῶν, καὶ δογμάτων. Γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτός φησι· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Καὶ ὑψηλῶν σφόδρα γέμει τῶν νοημάτων καὶ ὑπερόγκων. Ἃ γὰρ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθα δηλοῖ, ὡς ὅταν λέγῃ· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· καὶ πάλιν, Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις· καὶ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, νῦν ἀπεκαλύφθη τοῖς ἀποστόλοις τοῖς ἁγίοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς κληρονομίας αὐτοῦ ἐν τῷ Χριστῷ.

2.ΟΜΙΛΙΑ Α.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Ἰδοὺ τὸ, διὰ, τῷ Πατρὶ δέδωκε. Τί οὖν; ἐλάττονα αὐτὸν ἐροῦμεν; Μηδαμῶς. Τοῖς ἁγίοις, φησὶ, τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἰδοὺ, ἁγίους καλεῖ, ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας. Ὅτι δὲ τούτους οὕτω καλεῖ, δῆλον ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε· καὶ πάλιν, Τὰ τέκνα, ὑπακούετε τοῖς πατράσιν ὑμῶν· καὶ, Οἱ δοῦλοι, ὑπακούετε τοῖς δεσπόταις. Ἐννοήσωμεν ὅση κατέχει νῦν ἡ ῥᾳθυμία, καὶ πῶς σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν ἐναρέτων, ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε· τῆς χάριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο. Πῶς; Ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Καὶ ΚυρίουἸησοῦ Χριστοῦ. ∆ι' ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη. Εὐλογητὸς ὁ Θεὸς, φησὶ, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ, Θεὸς τοῦ σαρκωθέντος. Εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου Πατήρ. Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Τὴν Ἰουδαϊκὴν ἐνταῦθα αἰνίττεται· εὐλογία μὲν γὰρ ἦν κἀκείνη, ἀλλ' οὐ πνευματική. Τί γὰρ ἔλεγεν; Εὐλογήσαι σε ὁ Θεός· Εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ εὐλογήσει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Τί γὰρ ἔτι σοι λείπει; Γέγονας ἀθάνατος, γέγονας ἐλεύθερος, γέγονας υἱὸς, γέγονας δίκαιος, γέγονας ἀδελφὸς, γέγονας συγκληρονόμος, συμβασιλεύεις, συνδοξάζῃ· πάντα σοι κεχάρισται. Πῶς οὐχὶ καὶ σὺν αὐτῷ, φησὶ, τὰ πάντα ἡμῖν χαρίσεται; Ἡ ἀπαρχή σου ὑπὸ ἀγγέλων προσκυνεῖται, ὑπὸ τῶν Χερουβὶμ, ὑπὸ τῶν Σεραφίμ· τί ἔτι λείπει; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Οὐδὲν σαρκικὸν ἐνταῦθα. ∆ιὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπὼν, Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών. Ὥσπερ γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευματικῶν ἀκοῦσαι οὐκ οὕτως οἱ τῶν πνευματικῶν τυγχάνοντες, οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν μὴ πρότερον τῶν σαρκικῶν ἀποστῶσι. Τί ἐστιν, Εὐλογία πνευματικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησὶ, καθάπερ παρὰ Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· Εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· Εὐλογήσει ὁ Θεὸς τὴν γῆν σου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστὶν, ἀλλ' ἢ τὰ οὐράνια πράγματα, τὰ πάσης μεταβολῆς ἀνώτερα; Ὅστις γὰρ ἂν ὁμολογήσῃ με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ, Ὅστις ἀπαρνήσεταί με, ἀρνήσομαι αὐτὸν κἀγώ· καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τοὺς οὐρανοὺς, οὐδαμοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν· καὶ πάλιν, Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς. Ἐν Χριστῷ Ἰησοῦ. Τουτέστι, διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως ἦν αὕτη ἡ εὐλογία. Ὥστε οὐ μόνον τῇ ποιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὑτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καθὼς καὶ ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ∆ι' οὗ εὐλόγησεν ἡμᾶς, διὰ τούτου καὶ ἐξελέξατο. Αὐτὸς τοίνυν ἡμῖν ἐκεῖ δώσει ἐκεῖνα πάντα, αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ πάλιν, Ὅπου εἰμὶ ἐγὼ, θέλω ἵνα καὶ οὗτοι ὦσι. βʹ. Καὶ ἐν πάσαις σχεδὸν ταῖς Ἐπιστολαῖς τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν οὕτω τετύπωτο, οὐδ' ἐκ μεταμελείας, ἀλλ' οὕτως ᾠκονόμητο καὶ προώριστο. Καὶ τοῦτο δὲ κηδεμονίας πολλῆς. Τί ἐστιν, Ἐν αὐτῷ ἐξελέξατο; ∆ιὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς, φησὶ, τοῦτο κατώρθωσε, πρὶν ἢ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἢ τὸν κόσμον καταβληθῆναι. Καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους καταβεβλημένον μεγάλου αὐτὸν δεικνύς. Καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως, καὶ πολὺ τὸ μέσον κτίσματος καὶ κτίστου. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ταῦτα ἀκούοντες. Τί δὲ ἐξελέξατο; Ὥστε εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ἵνα τοίνυν μὴ, ἀκούσας, ὅτι Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι·
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>