Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ΥΠΟΜΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΟΜΙΛΙΑΙ 17 ΕΩΣ 24

$
0
0
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.


ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ


 ΤΟΜΟΣ 62 ΟΜΙΛΙΑΙ  17 ΕΩΣ  24 - Συνεχίζεται


17.ΟΜΙΛΙΑ ΙΣΤʹ. ʹΠᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγ χνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ὑμῖν.

αʹ. Οὐκ ἀρκεῖ κακίας ἀπαλλαγῆναι, εἰ δεῖ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀρετῶν ἐργασίας. Ἵνα μὲν γὰρ γεέννης ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωμεν, ἀντέχεσθαι τῆς ἀρετῆς. Ἢ οὐκ ἴστε, ὅτι καὶ ἐν τοῖς ἔξωθεν δικαστηρίοις, ὅταν ἐξέτασις ᾖ τῶν εἰργασμένων, καὶ ἐκκλησιάζῃ πᾶσα ἡ πόλις, οὕτω γίνεται; Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος ἦν παλαιὸν, χρυσῷ στεφανοῦσθαι στεφάνῳ, οὐ τὸν μηδὲν κακὸν ἐργασάμενον τὴν πόλιν· τοῦτο γὰρ αὐτὸ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη μόνον· ἀλλὰ τὸν μεγάλας εὐεργεσίας ἐπιδειξάμενον. Οὕτως ἐπὶ ταύτην ἐχρῆν ἄγεσθαι τὴν τιμήν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς μικροῦ δεῖν με παρέλαθεν ὃ μάλιστα πρὸς ὑμᾶς ἀναγκαῖον ἦν εἰπεῖν. Τῆς γὰρ διαιρέσεως ταύτης τὸ πρῶτον ἀνατίθεμαι μέρος, μικρᾷ τινι ἐπιδιορθώσει χρησάμενος. Ἐπειδὴ γὰρ ἔφην, πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ ὅτι τῶν κακῶν ἡμῖν ἡ ἀναχώρησις ἀρκεῖ, μεταξύ με λέγοντα ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν τιμωρίαν ἐπάγουσα, ἀλλὰ τοὺς ἐλλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς δὴ οὖν αὕτη ἐστί; Τῆς ἡμέρας, φησὶν, ἐπιστάσης τῆς φοβερᾶς, καὶ παραγενομένης τῆς κυρίας, καθεσθεὶς ἐπὶ τοῦ βήματος ὁ Κριτὴς, καὶ τὰ μὲν πρόβατα στήσας ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ ἀριστερῶν, πρὸς μὲν τὰ πρόβατα ἔλεγε· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν. Τοῦτο καλῶς· ἔδει γὰρ αὐτοὺς τῆς τοσαύτης φιλανθρωπίας ταυτὴν λαβεῖν τὴν ἀντίδοσιν· τὸ μέντοι τοὺς μὴ μεταδόντας τοῖς δεομένοις ἐξ ὧν εἶχον αὐτοὶ, μὴ μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρὶ, ποῖον ἂν ἔχοι λόγον τοῦτο δή; Μάλιστα μὲν οὖν καὶ τοῦτο εὐπρόσωπον ἂν ἔχοι λόγον, οὐχ ἧττον ἢ ἐκεῖνο τὸ πρότερον. ∆ιὰ γὰρ τούτου παιδευόμεθα, ὅτι οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται ἀγαθῶν· οἱ δὲ ἐγκληθῆναι μὲν οὐδὲν ἔχοντες κακὸν, ἐλλελοιπότες δέ τι τῶν ἀγαθῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων εἰς τὸ γεέννης ἀπαχθήσονται πῦρ. Εἰ μή τις ἐκεῖνο λέγοι, ὅτι καὶ τὸ ἀγαθὸν μὴ ποιῆσαι, κακίας μέρος ἐστίν· ἀργίας γὰρ τοῦτό ἐστιν, ἀργία δὲ κακίας μέρος· μᾶλλον δὲ οὐ μέρος, ἀλλὰ ὑπόθεσις καὶ ῥίζα πονηρά· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Μὴ τοίνυν ἀνοήτως ταύτας τὰς ἐρωτήσεις ἐρωτῶμεν, οἷον, ὁ μηδὲν πεποιηκὼς κακὸν, μηδὲν ἀγαθὸν, ποῖον δέξεται τόπον; Τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν. Εἰπὲ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις, μήτε κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν; Ναὶ, φησί· καὶ μὴν οὐδὲν εἰργάσατο κακόν. Αὐτὸ μὲν οὖν τοῦτό ἐστι κακόν. Ἀλλ', εἰ δοκεῖ, ἀγάγωμεν καὶ ἐπὶ τὸν λοιπὸν βίον τὸν λόγον. Ἔστω τις γεωργὸς, καὶ μηδὲν λυμαινέσθω τοῖς ἡ μετέροις ὑπάρχουσι, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὑτοῦ χεῖρας δήσας, οἴκοι καθεζέσθω μήτε σπείρων, μὴτε αὔλακα τέμνων, μήτε βοῦς ὑποζευγνὺς, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; Καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν αὐτῷ τι· ἀλλ' αὐτῷ μὲν οὖν τούτῳ ἠδίκησεν· ἀδικεῖ γὰρ κοινῷ λόγῳ, τὴν παρ' ἑαυτοῦ συντέλειαν μὴ παρεχόμενος. Τί δὲ, εἰπέ μοι; ἂν τῶν δημιουργῶν ἕκαστος καὶ χειροτεχνῶν τὸν μὲν ἑτερότεχνον, ἀλλὰ μηδὲ τὸν ὁμότεχνον βλάπτῃ μηδὲν, ἀργῇ δὲ μόνον, οὐχὶ ἀπόλωλεν ἅπας ὑμῖν ὁ βίος οὕτω καὶ διέφθαρται; Βούλει καὶ ἐπὶ τοῦ σώματος τὸν λόγον ἑλκύσωμεν; Οὐκοῦν ἡ χεὶρ μὴ πληττέτω τὴν κεφαλὴν, μηδὲ ἐκκοπτέτω τὴν γλῶσσαν, μηδὲ ἐξορυττέτω τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζέσθω κακόν· μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν, καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δέ; ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ πάντα ἐλλείπῃ, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν καὶ ἐπὶ τῶν οἰκετῶν, καὶ ἐπὶ τῶν δημιουργῶν, καὶ ἐπὶ τοῦ σώματος παντὸς ἀδικία μεγάλη, οὐ μόνον τὸ κακόν τι πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις, πολλῷ μᾶλλον ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ τοῦτο γένοιτ' ἄν.

Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>