Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων

$
0
0
Contra Latinos

Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ
Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν.



1.1 Ἄνδρες Ῥωμαῖοι, οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι,ἐβουλόμην μὲν καλεῖν ὑμᾶς ἀδελφοὺς ὡς ὁμογνώμονας καὶ ὁμόφρονας, ἐπεί τοί γε τοῦτο σκοπὸς τοῦ ὑπὲρ ἡμῶν τὸ καθ' ἡμᾶς προσειληφότος θεοῦ καὶ πάντα τὰ τῆς σαρκὸς ἐπιδείξαντος ἐν ἑαυτῷ ἰδιώματα ἄτερ μόνης τῆς ἐφαμάρτου ζωῆς· καὶ τοῦτο ἦν τὸ μέγα περὶ ἡμᾶς τοὺς ἀνθρώπους μυστήριον, ἵνα συνάψῃ τὰ πάντα ἐν ἑαυτῷ καὶ εἰς ὁμο φροσύνην συνάξῃ τῆς πίστεως, ὅπερ, κατὰ τὸν μέγαν Παῦλον, οὐχ Ἕλλην οὐ βάρβαρος   οὐ   Σκύθης   οὐκ   Ἰουδαῖος   οὐδ'   ἄλλο   τι   τῶν   ἐθνικῶν   ὀνομάτων παρείληπται, ἀλλὰ μόνον καὶ ὅλον Χριστὸς αὐτοῖς τὸ ἐπίσημον. ἐβουλόμην μὲν οὖν οὕτω–καὶ γὰρ ἐτυγχάνομεν καὶ πάλαι ἦν ἡμῖν τὸ ὁμόγνω μον καὶ ἀδελφὰ ἐφρονοῦμεν καὶ τοῖς αὐτοῖς κανόσι τῆς εὐσεβείας ἢ καὶ στάθμαις ἀπηυθυνόμεθα καὶ τοῖς μέρεσι πᾶσιν ἐξισαζόμεθα· ἀλλ' ὁ τῷ φθόνῳ διαχωρίσας τὸν πρῶ τον ἄνθρωπον ἀπὸ τοῦ θεοῦ καὶ τοῖς ἀδελφοῖς τὴν κακὴν ἔριν ἐπεμβαλὼν εἰς διάσπασιν, ὡς καὶ εἰς φόνον καταλῆξαι τὸ ῥᾳδιούργημα–φεῦ τῆς ἡμετέρας ἀσθενείας καὶ τῆς τοῦ σατᾶν προσβολῆς–καὶ ἡμᾶς, ὦ φίλοι Ῥωμαῖοι, ἡνωμένους ὄντας διέστησε καὶ εἰς ἀδιάσπαστον συγκεκρα μένους διέλυσε. καὶ νῦν ἀποκλαιόμεθα μὲν ἡμεῖς τὸν ὑμέτερον χωρισμόν, ἀποκλαίονται δέ, ὡς πείθομαι, τοῦτον καὶ ὑμῶν οἱ εὐγνωμονέστεροί τε καὶ συμπαθέστεροι. τί γὰρ χρηστότερον ἢ τερπνότερον ἢ ἀδελφοὺς ἐν τῷ αὐτῷ συνοι κεῖν; τί δὲ χαριέστερον ἢ ὀνησιμώτερον ἢ τοὺς αὐτοὺς ὁμοφρόνως ὑπὲρ τῆς εὐσεβείας ἀνταγωνίζεσθαι; τί δὲ ἀθλιώτερον ἢ ἐλεεινότερον ἢ ἀπορραγῆναι τοὺς ὁμονοοῦντας ἐν Χριστῷ εἰς διχόνοιαν καὶ τοὺς ἡνωμένους ἐν πνεύματι εἰς ἀξυμφυῆ τὴν διάστασιν; εἰ δὲ καὶ ὅπου δύο ἢ τρεῖς ἐν Χριστῷ συνηγμένοι, ἐν τούτοις μέσος γνωρίζεται, πόσῳ μᾶλλον ἐν δυσὶν ἢ τρισὶν ἢ καὶ πλείοσιν ἔθνεσιν ἐν ἑαυτῷ συμφρονοῦσιν οὐ παρέσται καὶ πληρώσει τῶν ἀγαθῶν, ὅσα τε ἐνταῦθα τῆς εἰρήνης εὑρίσκεται καὶ ὧν ὁ καρπὸς ἡ τῶν τελουμένων κάθαρσις ἢ ἀνάβασις, καὶ ὅσα ἐκεῖθεν τῆς ὑψηλοτέρας ζωῆς καὶ ἀμείνονος;

1.2 ∆ιὰ ταῦτα δὴ τῷ ὑμετέρῳ χωρισμῷ σπαραττόμεθα καὶ τὸ πάθος οὐ διαφέρομεν, ὅτι μέλη ὄντες Χριστοῦ καὶ πρὸς μίαν κεφαλὴν αὐτὸν ἀναγόμενοί τε καὶ συναρμολογούμενοι οὐκέτι συμπνέομεν τοῖς αὐτοῖς οὐδ' εἰς ἓν ἔργον τὸ ἅπαν σῶμα κινούμεθα, ἀλλ' ἀντιφερόμεθα ἑαυτοῖς εἰς ἑτεροίας πράξεις καὶ ἐναντιουμένας τὸ πλεῖστον μέρος ἐξ ἀντιθέσεως, οὐδ' εἰς μίαν γωνίαν τὸν ἀκρογωνιαῖον τιθέμεθα, ἀλλ' ὥσπερ εἰς ἄλλην καὶ ἄλλην κατηρτισμένοι τὴν οἰκοδόμησιν ἄλλα μὲν ἡμεῖς γνωματεύομεν, ἄλλα δὲ ὑμεῖς τερατεύεσθε. καὶ τίς ὁ θρηνήσων ἡμᾶς Ἱερεμίας; καὶ πόσων ἂν χρεία δακρύων τούτῳ προσγένοιτο· εἰ γὰρ τῆς Ἱερουσαλὴμ ἁλω θείσης καὶ Ἰουδαίων παραχθέντων αὐτῆς, μιᾶς πόλεως καὶ πολλοστοῦ ἔθνους καὶ τὴν φαινομένην  πεπονθότων  αἰχμα  λωσίαν,  πηγὰς  ἐζήτει  καὶ  θαλάσσας  εἰς  δάκρυα, πάσης σχεδὸν τῆς οἰκουμένης ἀντιφωνούσης εἰς τὴν εὐσέβειαν καὶ ἀντί φθογγα δογματιζούσης  εἰς  τὸ κατὰ Χριστὸν κήρυγμα, πόσων ἂν ἐκείνῳ χρεία θαλασσῶν ἐγένετο πρὸς τὰ δάκρυα; ἔμοιγε οὖν οὐκ ἀνθρώποις οὗτος ἁρμόδιος ὀδυρμὸς οὐδὲ τοῖς τὸ θνητὸν τοῦτο φοροῦσιν ἔνδυμα, ἀλλ' ἀγγέλοις ἢ χερουβὶμ καὶ πάσαις ταῖς ὑπεράνω δυνάμεσιν, ἵν' ἀξίως ἡμᾶς ἀπο κλαύσωνται οὐκ ἐπιγινώσκοντας τὴν ἀλήθειαν οὐδὲ τὸ μυ στήριον τοῦ Χριστοῦ, δι' οὗ τὴν ἡμετέραν σωτηρίαν ἐπραγματεύσατο, ἀλλὰ κοιλίας ἀπερυγγάνοντας ῥήματα καὶ φιλονει κοῦντας νικῆσαι νίκην πολὺ τῆς ἥττης ἀθλιωτέραν. καὶ οὐχ ὑμεῖς τοῦτο, ἡμεῖς δ' οὔ·  ἀλλ' ὅπερ ἐστίν, ὦ Ῥωμαῖοι, οὐκ ἀποκρύψομαι.

1.3  Ἤρξατο  μὲν  ἐξ  ὑμῶν  τὸ  πάθος, κατεβοσκήσατο  δὲ καὶ ἡμᾶς  καθάπερ ἔρπης ἢ γάγγραινα, ἐκ φιλαυτίας ἀρξάμενα καὶ εἰς αὐθάδειαν καταντήσαντα. ἀλλὰ
νῦν δεῦτε δὴ καὶ ἀκούσατέ μου, φόβον τοῦ κυρίου διδάξω ὑμᾶς· τοῦτον γὰρ ἀρχὴν σοφίας καὶ ἕτερος εἰρήκει θεόσοφος. ἵνα τί οὕτως ἐσμὲν εὔκολοι οὐ πρὸς ἅπαντα μόνον λόγον, φυσικόν τέ φημι ἢ μαθηματικὸν ἢ λογικὸν ἢ ἀλλοῖον, ἀλλὰ καὶ πρὸς θεολογίαν  αὐτήν,  ἀκρατεῖς  καὶ  χεῖρα  καὶ  γλῶσσαν  καὶ τὴν  διάνοιαν;  τί  μὴ  τοῖς οἰκείοις ὅροις περιγραφόμεθα; τί πη δῶμεν ὑπὲρ τὰ ἐσκαμμένα; τί μὴ γινώσκομεν ἑαυτοὺς ἀν θρώπους, ἀλλ' οἰόμεθα μοίρας θειοτέρας εἶναι, φύσεως ὑπεραρθείσης τῶν οὐρανῶν καὶ ἐμφιλοχωρησάσης θεῷ καὶ τὰ κατ' αὐτὸν ἀρίστως ἐπεγνωκυίας καὶ τοῖς ἄλλοις ἐξαγγέλλειν δεδυνημένης; μάταιοι ὄντως ἡμεῖς, εἰς οὓς ἐπεγγελῶσι μὲν δαίμονες, θρηνοῦσι δὲ ἄγγελοι, καταδικάζει δὲ Χριστός, καὶ καταδίκην, ἣν ἐν τοῖς εὐαγγελίοις προώρισε, κλαυθμὸν καὶ ὀδόντων βρυγμὸν καὶ τὰ λοιπὰ τῆς κολάσεως.  οὐ  γὰρ  ἔχοντες  ἔνδυμα  γάμου  τοῖς  ἀμφὶ  τὸ  δεσποτικὸν  δεῖπνον  δαι τυμόσι συνανακλίνομεν ἑαυτούς· καὶ τοῦτο οὐ πέρα δεινῶν, καίπερ ὂν δεινόν, ἀλλ' εἰ μὴ τοῖς πρώτοις καὶ ὧν οὐδεὶς ὑπερέκεινα συγκαταλέξοιμεν ἑαυτούς, ὡς οὐδὲν λελογίσμεθα. ὦ ἡμεῖς δείλειοι· ἀφέντες τὰ ἡμετέρα θεωρεῖν, τὰ τῆς ἀνεφίκτου καὶ τοῖς χερουβὶμ ζητοῦμεν φύσεως·  ἀφέντες τὰς ἐντολὰς τοῦ κυρίου τηρεῖν, δι' ὧν σωθησόμεθα,  θεολογεῖν  προειλόμεθα·  ἀφέντες  περὶ φύσεως καὶ σωμάτων φιλοσοφεῖν καὶ γνωμολογεῖν περὶ ἤθους, ὧν καὶ τὸ τυγχάνειν κέρδος καὶ τὸ ἀποτυγχάνειν οὐ βλαβερόν, πρὸς τὸ θεολογεῖν ἀνιπτά μεθα, οὗ τὸ ἁμαρτῆσαι πτῶμα ψυχῆς τὸ ὀλεθριώτατον, καὶ οὗ ἡ ἀνάκλησις ὡς ἀδύνατος· οὗ γὰρ τὸ ἀποτυχεῖν ὡς ἀσύγγνωστον, τούτου δυσχερὴς ἡ ἐπάνοδος. ὦ ἡμεῖς μάταιοι, τί τὸ περὶ ἡμᾶς τοῦτο τοῦ σατᾶν ἔσχατον δέλεαρ; ὃς ἐπεὶ μὴ ἔχει τοῖς ἄλλοις θηρεῦσαι–ἀποκάμνει γὰρ τοῖς σωτη ριώδεσιν ἀντιβαλλόμενος πνεύμασι–τὸ μέγιστον τοῦτο καὶ ἐπικινδυνότατον ἐπιβάλλει θήρατρον τοῖς ὀξυτέροις τάχα καὶ θερμοτέροις εἰς τὴν εὐσέβειαν, ᾧ πολλὰ πλήθη καὶ τῶν περιφανεστέρων ἐν ἄλλοις ἀπώλεσε καὶ τοὺς ὑπερπεπηδηκότας τὰ κάτω καὶ μὴ κατὰ βαθμίδας κεχωρηκότας πτῶμα δακρύων δέδειχεν ἄξιον.
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>