Αʹ Περὶ ἀρετῶν καὶ κακιῶν λόγος
Μακαρίζω τὴν ὑμῶν ζωήν, ὦ φιλόχριστοι, ὅτι εὐπαρρησίαστός ἐστι, καὶ ταλανίζω τὸν ἐμὸν βίον, ὅτι ἄχρηστος ὑπάρχει. Μακαρίζω ὑμᾶς, ὦ γνήσιοι, ὅτι ὀρθῇ πολιτείᾳ φίλους ἑαυτοὺς ἐποιήσατε τῷ Θεῷ καὶ τοῖς ἀγγέλοις. Τίς δὲ περὶ ἐμοῦ πενθήσει, ὅτι παρώξυνα αὐτὸν διὰ τῶν ἔργων μου τῶν ματαίων; Μακάριοί ἐστε ὑμεῖς, οἱ κληρονομοῦντες τὸν παράδεισον διὰ τῆς ἁγνῆς ὑμῶν ἀναστροφῆς καὶ τῆς ἀγάπης ὑμῶν τῆς ἀμέτρου. Θαυμάζω γὰρ ὑμᾶς, πῶς οὐκ ὠκνήσατε τοσαύτης ὁδοῦ διανύσαι διάστημα διὰ λυσιτέλειαν ψυχῆς. Τὸ δὲ θαυμαστότερον, ὅτι πρὸς εὐτελῆ καὶ κατακεκριμένον ταῖς ἁμαρτίαις ἤλθετε, παρ' αὐτοῦ αἰτοῦντες τὸν τῆς ὠφελείας λόγον. Θαῦμα ἀληθῶς, πῶς οἱ κεκορεσμένοι πρὸς τὸν λιμῷ τηκόμενον ἤλθετε· πῶς οἱ τῆς δρόσου τῆς πνευματικῆς μετέχοντες πρὸς τὸν ξηραινόμενον τῇ δίψῃ ἤλθετε· πῶς οἱ τὸ γλυκὺ τῶν ἀρετῶν ἔχοντες πρὸς τὸν πεπικραμένον ταῖς ἁμαρτίαις· πῶς οἱ πλούσιοι πρὸς τὸν πένητα· πῶς οἱ σοφοὶ πρὸς τὸν ἰδιώτην· πῶς οἱ καθαροὶ πρὸς τὸν ῥυπαίνοντα· πῶς οἱ ὑγιαίνοντες πρὸς τὸν ἀσθενοῦντα τῇ συνειδήσει· πῶς οἱ εὐαρεστοῦντες πρὸς τὸν παροξύνοντα· πῶς οἱ ἐλεύθεροι πρὸς τὸν αἰχμάλωτον· πῶς οἱ ἐμμελεῖς πρὸς τὸν ἀμελῆ. Αὐτοὶ γὰρ θαυμάσιοι ὑπάρχετε ταῖς ἀρεταῖς· ἐγὼ δὲ ἄφρων τυγχάνων πτωχεύω. Αὐτοὶ τὴν ἐγκράτειαν ἔχοντες εὐαρεστεῖτε· ἐγὼ δὲ ἀδιαφορῶν κατακρίνομαι. Αὐτοὶ διὰ τῶν καλῶν ἔργων καὶ τῆς ἐνδόξου ἁγνείας εὐωδία τυγχάνετε τοῦ Χριστοῦ· ἐγὼ δὲ διὰ τὴν χαυνότητά μου καὶ ῥᾳθυμίαν ὅλος δυσωδία ὑπάρχω. Θαῦμα οὖν ἀληθῶς, τοσαύτην ἐμπεριέχοντες ὠφέλειαν πρὸς ἐμὲ ἤλθετε, τὸν μήτε ἐμαυτῷ χρησιμεύοντα. Εἰκότως οὖν ἐποιήσατε, φιλόχριστοι, βουλόμενοι τὴν ἐμὴν χαυνότητα στηρίξαι καὶ τὴν ῥᾴθυμόν μου ψυχὴν ἐμμελῆ ἀπεργάσασθαι καὶ τὴν ὀλιγωρίαν μου στηρίξαι καὶ δυναμῶσαι. Τέλειοι γὰρ ὑπάρχοντες, οὐδὲν λείπεσθε. Ἐπειδὴ δὲ τῇ ταπεινοφροσύνῃ χρησάμενοι παρ' ἐμοῦ τοῦ εὐτελοῦς λόγον ὠφελείας ἐπιζητεῖτε, καὶ τὸν βίον μου διελέγξαι θέλοντες τοῦτό μοι ἐκελεύσατε, διὰ τὸν τῆς ὑπακοῆς καρπὸν λαλήσω· αἰσχύνομαι δέ. Ἐὰν ἄρξωμαι ὑμῖν συμβουλεύειν, ἐμαυτὸν κατακρίνω· καὶ ἐὰν ἄρξωμαι ἑτέρους διελέγχειν, ἐμαυτοῦ κατηγορῶ. Εἰκότως γὰρ κἀμοὶ ῥηθήσεται τὸ τοῦ Σωτῆρος λόγιον· Ἰατρέ, θεράπευσον σεαυτόν. Ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ Κύριος καὶ Σωτὴρ τῶν ἁπάντων εἴρηκε· πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. ∆ιὸ εἰ καὶ ἐγὼ ἀκάθαρτος τυγχάνω, ἀλλὰ ὀρθῶς συμβουλεύειν ἐπίσταμαι. Ὅθεν ἀποβλέψας εἰς τὴν ἀγγελικὴν ταύτην πολιτείαν, ἐμακάρισα ἕκαστον αὐτῆς πλεονέκτημα. Τίς γὰρ οὐ μακαρίσει τὸν ὀρθῶς καὶ εὐαρέστως βιοῦντα καὶ ἐν ἁγνείᾳ ἀναστρεφόμενον, διὰ τὰ ἐναποκείμενα ἄπειρα καὶ ἄμετρα ἀγαθά; Καὶ τίς οὐ πενθήσει τὸν ἀμελῶς βιοῦντα καὶ δι' οἰκτρὸν πρᾶγμα ἔξωθεν ὄντα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ δι' ἀδιαφορίαν ἐκβαλλόμενον τοῦ νυμφῶνος ἐκείνου;
2 ΒʹΠερὶφόβουΘεοῦ
Μακάριοςὁἄνθρωποςἐκεῖνος, ὃςἔχειφόβονΘεοῦἐνἑαυτῷ·ὁτοιοῦτοςγὰρπροφανῶς καὶ ὑπὸ τοῦ Ἁγίου Πνεύματος μεμακάρισται· μακάριος ἀνὴρ ὁφοβούμενοςτὸνΚύριον. Ὄντως γὰρ ὄντως ὁ φοβούμενος τὸν Κύριον ἐκτός ἐστι πάσης τέχνης τοῦ Ἐχθροῦ, καὶ πᾶσαν ἐπιβουλὴν τοῦ Ἐχθροῦ διαδρᾷ. Ὁ ἔχωνφόβον Θεοῦ ῥᾳδίως περιγίνεται τῶν ἐπινοιῶν τοῦ κακοτέχνου Ἐχθροῦ· ἐν οὐδενὶ γὰρ αὐτὸν αἰχμαλωτίζει. ∆ιὰ γὰρ τὸν φόβον ἡδονὴν σαρκὸς οὐ παραδέχεται. Ὁ φοβούμενος οὐ μετεωρίζεται ὧδε κἀκεῖσε· περιμένει γὰρ τὸν ἑαυτοῦ δεσπότην, μή πως ἐξαίφνης ἥξῃ καὶ εὕρῃ αὐτὸν ῥᾳθυμοῦντα, καὶ διχοτομήσῃ αὐτόν. Ὁ ἔχων φόβον Θεοῦ οὐκ ἀμεριμνᾷ· νήφει γὰρ πάντοτε. Ὁ φοβούμενος ὕπνῳ ἀμέτρῳ ἑαυτὸν οὐ παραδίδωσι· γρηγορεῖ γὰρ καὶ περιμένει τὴν παρουσίαν τοῦ Κυρίου αὑτοῦ. Ὁ φοβούμενος οὐκ ἀδιαφορεῖ, ἵνα μὴ παροξύνῃ τὸν ἑαυτοῦ ∆εσπότην. Ὁ φοβούμενος οὐ ῥᾳθυμεῖ· πάντοτε γὰρ ἐπιμελεῖται τοῦ κτήματος, ἵνα μὴ καταγνωσθῇ. Ὁ φοβούμενος πάντοτε δοκιμάζει τὰ ἀρέσκοντα τῷ Κυρίῳ αὑτοῦ· καὶ ταῦτα ἑτοιμάζει, ἵνα ἐλθὼν ὁ Κύριος αὑτοῦ ἐν πολλοῖς ἐπαινέσῃ αὐτόν. Ἐν πολλοῖς οὖν ἀγαθοῖς αἴτιος γίνεται ὁ φόβος τοῦ Κυρίου τοῖς κεκτημένοις αὐτόν.
3 ΓʹΠερὶἀφοβίας
ὉμὴἔχωντὸνφόβοντοῦΘεοῦἐνἑαυτῷ, ὁτοιοῦτοςεὐάλωτόςἐστιτοῖς∆ιαβόλουἐπιχειρήμασιν. Ὁ μὴ ἔχων τὸν φόβον τοῦ Θεοῦ παρ' ἑαυτῷ μετεωρίζεται· ἀδιαφορεῖ· καθεύδει ἀμερίμνως· ἀπορρᾳθυμεῖ ἐν τοῖς ἔργοις αὑτοῦ· δοχεῖον γίνεται τῶν ἡδονῶν· πᾶν ὅ, τι τερπνὸν ἥδεται ἐν ἑαυτῷ· οὐ φοβεῖται γὰρ παρουσίαν ∆εσπότου. Κομᾷ τοῖς πάθεσι· ταῖς ἀναπαύσεσι χαίρει· τὴν κακουχίαν φεύγει· τὴν ταπείνωσιν βδελύσσεται· ὑπερηφανίαν ἀσπάζεται. Λοιπὸν ἔρχεται ὁ Κύριος αὑτοῦ, καὶ εὑρίσκει αὐτὸν οἷς οὐκ ἀρέσκεται, καὶ διχοτομήσει αὐτὸν καὶ παραπέμψει τῷ αἰωνίῳ σκότει. Τίς οὐ μὴ ταλανίσῃ τὸν τοιοῦτον;
4 ∆ʹ Περὶ ἀγάπης
Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἔχων ἀγάπην Θεοῦ, ὅτι τὸν Θεὸν ἐν ἑαυτῷ περιφέρει· ὅτι ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει. Ὁ ἔχων ἀγάπην, πάντων σὺν Θεῷ περιγίνεται.
<Ὁ ἔχων ἀγάπην οὐ φοβεῖται>· ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον. Ὁ ἔχων ἀγάπην, οὐδένα βδελύσσεταί ποτε· οὐ μικρόν, οὐ μέγαν, οὐκ ἔνδοξον, οὐκ ἄδοξον, οὐ πένητα, οὐ πλούσιον· ἀλλὰ πάντων περίψημα γίνεται. Πάντα στέγει, πάντα ὑπομένει. Ὁ ἔχων ἀγάπην, οὐκ ἐπαίρεται κατά τινος· οὐ φυσιοῦται· οὐδενὸς καταλαλεῖ, ἀλλὰ καὶ τοὺς καταλαλοῦντας ἀποστρέφεται. Ὁ ἔχων ἀγάπην, ἐν δόλῳ οὐ πορεύεται· οὐχ ὑποσκελίζεται ἢ ὑποσκελίζει τὸν ἀδελφόν. Ὁ ἔχων ἀγάπην, οὐ ζηλοῖ, οὐ φθονεῖ, οὐ βασκαίνει, οὐ χαίρει ἐπὶ πτώσει ἑτέρων· οὐ διασύρει τὸν πταίοντα, ἀλλὰ συλλυπεῖται καὶ συναντιλαμβάνεται· οὐ παρορᾷ τὸν ἀδελφὸν ἐν ἀνάγκῃ, ἀλλὰ συνεπαμύνει καὶ συναποθνῄσκει. Ὁ ἔχων ἀγάπην, τὸ θέλημα ποιεῖ τοῦ Θεοῦ καὶ μαθητὴς αὐτοῦ ἐστιν· αὐτὸς γὰρ ὁ καλὸς ἡμῶν ∆εσπότης εἶπεν· ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁ ἔχων ἀγάπην οὐδέποτέ τι ἑαυτῷ περιποιεῖται· οὐ λέγει ἑαυτοῦ ἴδιον οὐδέν· ἀλλὰ πάντα, ὅσα ἔχει, κοινὰ τοῖς πᾶσι προτίθησιν. Ὁ ἔχων ἀγάπην, ἀλλότριον οὐδένα λογίζεται, ἀλλὰ πάντας ἰδιοποιεῖται. Ὁ ἔχων ἀγάπην, οὐ παροξύνεται, οὐ φυσιοῦται, οὐκ ἐξάπτεται εἰς ὀργήν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, ἐπὶ ψεύδει οὐκ ἐνδελεχίζει, ἐχθρὸν οὐδένα ἡγεῖται, εἰ μὴ μόνον τὸν ∆ιάβολον. Ὁ ἔχων ἀγάπην, πάντα ὑπομένει· χρηστεύεται· μακροθυμεῖ. Μακάριος οὖν ὁ τὴν ἀγάπην κεκτημένος καὶ μετ' αὐτῆς ἀποδημήσας πρὸς τὸν Θεόν· ὅτι αὐτὸς τὸ ἴδιον ἐπιγινώσκων, προσδέξεται αὐτὸν ἐν τοῖς κόλποις αὑτοῦ· ὁμοδίαιτος γὰρ Ἀγγέλων ἔσται καὶ σὺν Χριστῷ βασιλεύσει ὁ τῆς ἀγάπης ἐργάτης. ∆ι' αὐτῆς γὰρ καὶ Θεὸς Λόγος ἐπὶ τῆς γῆς παρεγένετο· δι' αὐτῆς καὶ ὁ παράδεισος ἀνέῳκται ἡμῖν, καὶ ἄνοδος εἰς οὐρανὸν ἀνεδείχθη πᾶσιν. Ἐχθροὶ ὑπάρχοντες τῷ Θεῷ, δι' αὐτῆς κατηλλάγημεν. Εἰκότως οὖν εἴπομεν ὅτι ἡ ἀγάπη ὁ Θεός ἐστι· καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει.