Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ΛΟΓΟΣ Λ∆ʹ. Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν.

$
0
0
ΛΟΓΟΣ Λ∆ʹ. Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν.

Ἡ πασῶν τῶν ἑορτῶν ἐπεδήμησεν ἑορτὴ, καὶ τὴν οἰκουμένην  εὐφροσύνης ἐπλήρωσεν· ἑορτὴ ἡ τῶν καλῶν ἁπάντων ἀκρόπολις, ἡ πηγὴ καὶ ῥίζα τῶν παρ' ἡμῖν ἀγαθῶν, δι' ἧς ὁ οὐρανὸς ἀνεῴχθη, πνεῦμα κατεπέμφθη, τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ γῆς, γῆ τὸν ἐπὶ τῶν  Χερουβὶμ καθήμενον·  οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ υἱοὶ, οἱ ἀλλότριοι  κληρονόμοι. ∆ι' αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη  καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις  καὶ δικαίοις παραγέγονεν εἰρήνη. Καὶ βοᾷ Παῦλος λέγων· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. ∆ι' αὐτῆς τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ βασιλέως ἡμῶν. Τί ποτ' οὖν τῆς ἑορτῆς ταύτης ἴσον γένοιτ' ἄν; Θεὸς ἐπὶ γῆς, ἄνθρωπος ἐν οὐρανῷ, ἄγγελοι  συγχορεύουσιν ἀνθρώποις,  ἄνθρωποι  τοῖς  ἀγγέλοις  κοινωνοῦσι καὶ ταῖς ἄλλαις ταῖς ἄνω δυνάμεσι· δαίμονες δραπετεύουσι, θάνατος λέλυται, παράδεισος ἀνέῳκται, κατάρα ἠφάνισται, ἁμαρτία ἐκποδὼν ἐγεγόνει, πλάνη ἀπελήλαται, ἀλήθεια ἐπανῆλθε· καὶ ἡ φύσις, 63.822 δι' ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, τῷ Θεῷ ἥνωται σήμερον.
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>