Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ΛΟΓΟΣ ΛΓʹ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαΐων.

$
0
0
ΛΟΓΟΣ ΛΓʹ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαΐων.
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, εἰς τὸν οἶκον Μαρίας 63.818 καὶ Μάρθας, καὶ εἱστιᾶτο παρ' αὐτοῖς· ἡ δὲ Μάρθα διηκόνει, καὶ Λάζαρος ἤσθιε. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ' ἡμέρας πολλὰς  63.819 καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον  ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν, ὅτι ἐν ἀλλοτρίᾳ  οἰκίᾳ τοῦτο ἐγίνετο. Ἡ δὲ Μαρία διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικωτέρᾳ  διακονίᾳ ὑπηρέτει· οὐ διηκόνει γὰρ ὡς κεκλημένῳ, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν, ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμὴν, καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν· ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν  οἱ πολλοί.  Ἀλλ' ἐπετίμησεν  Ἰούδας προσχήματι  δῆθεν  εὐλαβείας.  Τί οὖν  ὁ Χριστός; Ἄφες  αὐτήν· εἰς τὴν  ἡμέραν τοῦ ἐνταφιασμοῦ  μου τετήρηκεν  αὐτό. Τί δήποτε  δὲ οὐκ  ἤλεγξε  τὸν  μαθητὴν  ἐπὶ  τῆς  γυναικὸς,  οὐδὲ  εἶπε  τοῦτο,  ὅπερ ὁ εὐαγγελιστὴς  εἶπεν,  ὅτι  διὰ  τὴν  οἰκείαν  κλοπὴν  ἐπετίμα  τῇ  γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἠβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε, πολλάκις  λέγων·  Οὐ πάντες  πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν  διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων.  Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ  τοῦτο  ἐφθέγξαντο;  Καὶ πάντες  κἀκεῖνος·  ἀλλ'  οἱ  λοιποὶ  οὐ  τῇ  αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοιτο τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονόμον ἐποίησε φιλάργυρον ὄντα· ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν ἀπόῤῥητον λόγον ὁ Ἰησοῦς οἶδεν· εἰ δὲ χρή τι καὶ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν  ἐκκόψῃ  πρόφασιν.  Οὐ γὰρ  εἶχεν  εἰπεῖν,  ὅτι  διὰ  χρημάτων  ἔρωτα  τοῦτο ἐποίησε· καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν εἰ ἐβούλετο κατέχειν, τὸν εὐεργέτην οὐκ ἂν παρέδωκεν. Ὁ δὲ Χριστὸς πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος, ἠνείχετο  αὐτοῦ μακροθυμῶν.  ∆ι'  ὃ οὐδὲ ἐνεκάλει  αὐτῷ  κλέπτοντι,  καίτοι  γε  εἰδὼς,  ἐμφράττων
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>