Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

ΛΟΓΟΣ Μʹ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν.

$
0
0

ΛΟΓΟΣ  Μʹ. Περὶ τοῦ, ὅτι  δεῖ  πάντα  ποιεῖν  καὶ  πραγματεύεσθαι  ὑπὲρ τῆς σωτηρίας τῶν  ἀδελφῶν  ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν  τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν.

Οὐδὲν τῶν  ἐπιτυγχανόντων  τῆς  βασιλείας  τῶν  οὐρανῶν  μακαριώτερον, ἀδελφοὶ, ὥσπερ οὐδὲ τῶν ἀποτυγχανόντων ἀθλιώτερον.  Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων  ἐλεεῖται, καὶ κληρονομίαν  ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων  ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι; δακρύεται γάρ τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος. Ὅταν δὲ ἐξ οἰκείας γνώμης  ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἔσται ἄξιος· μᾶλλον δὲ καὶ τότε πένθους. Ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως  μυρίων  ὀδυρμῶν  ἄξιοί  ἐσμεν, μυρίων  θρήνων,  ἐὰν  πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες,  καὶ ἁπλῶς  πᾶσα ἡ οἰκουμένη,  ἐὰν  λαβοῦσα φωνὴν,  ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας  τῶν  ἀγαθῶν  ἐκείνων,  οὐδὲν κατ' ἀξίαν
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>