ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΛΑʹ. Περὶ θανάτου.
Πολλὰ μὲν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ἀγαπητοί· μάλιστα δὲ τὸν περὶ συντελείας καιρόν. ∆ιὰ τοῦτο τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλων ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυπραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους; Ἀλλ' ὥσπερ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ μεριμνῶμεν, καὶ πάντων φροντίζομεν μᾶλλον ἢ
τῶν οἰκείων, οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν κατάλυσιν διδαχθῆναι βουλόμεθα. Εἰ δὲ μαθεῖν βούλεσθε διὰ τί ἡμῖν ἡ τελευτὴ ἀποκέκρυπται, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ,
Διαβάστε περισσότερα »