ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΘʹ. Περὶ ἀκακίας καὶ ἀνεξικακίας καὶ μνησικακίας.
Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα; Εὗρον γὰρ, φησὶ, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃς οὐ μόνον ἐψώμιζε καὶ ἐπότιζε τοὺς ἐχθροὺς, ἀλλὰ καὶ κινδυνεύοντας πολλάκις ἐξήρπαζε τοῦ θανάτου. Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας
εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνέχεσθαι τῆς ἐκείνου μεμνῆσθαι. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγενόμενον, Ποῦ ἔστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; καὶ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτήσειν αὐτοῦ τὴν λαμπρότητα. Ὁ δὲ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κὶς, ἀλλὰ τῷ τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ τὸν χριστὸν τοῦ Κυρίου· οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας