Quantcast
Channel: ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ
Viewing all articles
Browse latest Browse all 1937

Ιωάννης Χρυσόστομος Ομιλία εἰς τὰ Βάϊα.

$
0
0
Ιωάννης Χρυσόστομος Ομιλία εἰς τὰ Βάϊα.

αʹ. Ἐκ θαυμάτων  ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν, ὡς ἐκ δυνάμεως  εἰς δύναμιν.  Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις   συμβεβλημένῃ  ἓν  τοῦ  ἑνὸς  κατέχεται,  καὶ  τῶν  συμβε βλημένων ἕκαστον συνάπτεται  θάτερον θατέρῳ καὶ παραπέμπεται·  οὕτω καὶ τὰ τῶν  ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων  εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλ έορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώ νιον. Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοι μασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λα λήσει ἡμῖν  Κύριος ὁ Θεὸς ἔν τε προφήταις  καὶ Εὐαγγελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. 

Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμένην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ  τοῦ Κυρίου Ἐκ κλησίας ἐφαίδρυναν καὶ κατέστεψαν,  καὶ ἐκ τοῦ σκάμ ματος τῶν  ἁγίων  νηστειῶν  καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον καὶ τὸ καινὸν θέαμα  τῆς  εἰρήνης  ᾄδειν  τῷ  νικοποιῷ  Χριστῷ ἐδίδαξαν.  ∆εῦτε  οὖν  ἅπαντες, ἀγαλλιασώ   μεθα  τῷ   Κυρίῳ·  δεῦτε  πάντα   τὰ  ἔθνη,  κροτήσωμεν   χεῖρας,  καὶ ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μηδεὶς ἄμοιρος ἔστω τῆς χαρᾶς, μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν· μηδεὶς ἀγνωμονείτω  τὴν ὑπάντησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμ φῶνος ἀποκλεισθῇ· μηδεὶς σκυθρωπὸς ἢ κατηφὴς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δὲ πονηρούς φημι τοὺς μὴ θέλοντας δέξασθαι τὸν Κύριον βασιλέα ἐφ' αὑτούς.Πάντες φαιδρῶς συνδράμωμεν, πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως  ἑορτάσωμεν.  Ἀντὶ  ἱματίων  τὰς  καρδίας  ἡμῶν  ἐκχέωμεν  ἐνώπιον αὐτοῦ, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαριστίαις ἀνατείνωμεν αὐτῷ, καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμε νος ἐν ὀνόματι  Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες  αὐτὸν,  ηὐλόγηνται·  καὶ οἱ κατ αρώμενοι  αὐτὸν,  κατήρανται.  
Διαβάστε περισσότερα »

Viewing all articles
Browse latest Browse all 1937

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>